Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐμὲ παθεῖν τάδε, φεῦ,
- ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
- φεῦ, ἀτίετον μύσος.
- πνέω τοι μένος ἅπαντά τε κότον.[*](cf. ad 839)
- οἰοῖ δᾶ, φεῦ.
- τίς μ᾽ ὑποδύεται, τίς ὀδύνα πλευράς;[*](cf. ad 842)
- θυμὸν ἄιε, μᾶτερ
- Νύξ: ἀπὸ γάρ με τι-
- μᾶν δαναιᾶν[*](δαναιᾶν L. Dindorf: δαμίαν M) θεῶν
- δυσπάλαμοι παρ᾽ οὐδὲν ἦραν δόλοι.[*](δόλοι A: δόλω (οι supra scr. m) M)
- οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά,
- ὡς μήποτ᾽ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ
- θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν
- ἄτιμος ἔρρειν τοῦδ᾽ ἀπόξενος πέδου.
- ἀλλ᾽ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας,
- γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον,
- σὺ δ᾽ οὖν μένοις ἄν: εἰ δὲ μὴ θέλεις[*](θέλης (ει supra scr.) M) μένειν,
- οὔ τἂν[*](οὔ τἂν Wellauer: οὔτ᾽ ἂν codd.) δικαίως τῇδ᾽ ἐπιρρέποις πόλει
- μῆνίν τιν᾽ ἢ κότον τιν᾽ ἢ βλάβην στρατῷ.
- ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ[*](τῆσδε γαμόρῳ Dobree: τῇδέ γ᾽ ἀμοίρου codd.) χθονὸς