Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
- ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
- γῆς τῆσδ᾽ ἐρασθήσεσθε: προυννέπω τάδε.
- οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
- ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
- ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
- τεύξει παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,
- ὅσων[*](ὅσων Pauw: ὅσην codd.) παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.
- σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
- μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
- νέων, ἀοίνοις[*](ἀοίνοις Robortello: ἀοίνους codd.) ἐμμανεῖς θυμώμασι,
- μήτ᾽,[*](μήτ᾽ Dindorf: μηδ᾽ codd.) ἐξελοῦσ᾽[*](ἐκζέουσ᾽ Musgrave) ὡς καρδίαν ἀλεκτόρων,
- ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
- ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
- θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
- ἐν ᾧ τις ἔσται[*](τίς ἔστι, α postea inserto M) δεινὸς εὐκλείας ἔρως:
- ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην.
- τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
- εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
- χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.