Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
  2. μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
  3. ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων.
  4. καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.
Ὀρεστης
  1. ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ᾽δικεῖν:
  2. ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε.
  3. σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.
Ἀπόλλων
  1. μέμνησο, μὴ φόβος σὲ νικάτω φρένας.
  2. σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,[*](πατρός] πρς cum signo contract. M)
  3. Ἑρμῆ, φύλασσε: κάρτα δ᾽ ὢν ἐπώνυμος
  4. πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
  5. ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας,
  6. ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
Κλυταιμηστρας Ειδωλον
  1. εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
  2. ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη
  3. ἄλλοισιν ἐν νεκροῖσιν, ὧν[*](ὧν ex schol. Tyrwhitt: ὡς codd.) μὲν ἔκτανον
  4. ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
  5. αἰσχρῶς δ᾽ ἀλῶμαι: προυννέπω δ᾽ ὑμῖν ὅτι
  6. ἔχω μεγίστην αἰτίαν κείνων ὕπο:
  7. παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,