Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ.
- ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος
- καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
- οὔτοι προδώσω: διὰ τέλους δέ σοι φύλαξ
- ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν
- ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
- καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς:
- ὕπνῳ πεσοῦσαι[*](πεσοῦσαι] fortasse παρεῖνται Wecklein) δ᾽ αἱ κατάπτυστοι κόραι,
- γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται
- θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε:
- κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν
- σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
- μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
- ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
- ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
- †βιβῶντ᾽ ἀν᾽[*](βιβῶντ᾽ ἀν᾽ Stephanus: βεβῶντ᾽ ἂν M totum versum secludit Bothe, fortasse recte) ἀεὶ† τὴν πλανοστιβῆ χθόνα
- ὑπέρ τε πόντον[*](πόντον Turnebus: πόντου codd.) καὶ περιρρύτας πόλεις.
- καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
- πόνον: μολὼν δὲ Παλλάδος[*](παλλάδος ad finem v. traiectum M, restituendum indicat (A et B suprascr.) m) ποτὶ πτόλιν
- ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.