Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
  2. κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
  3. ὁρᾶτε[*](ὁρᾶτε Hermann: ὅρα δὲ codd. καρδίας ὅθεν Hermann: καρδία (mutatum in καρδίαι) σέθεν M) πληγὰς τάσδε καρδίας ὅθεν.
  4. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
  5. ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος[*](μοῖρ᾽ ἀπρόσκοπος ex schol. Turnebus: μοῖρα πρόσκοπος codd.) βροτῶν.
  6. ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
  7. χοάς τ᾽ ἀοίνους, νηφάλια[*](νηφάλια Robortello: νιφάλια codd.) μειλίγματα,
  8. καὶ νυκτίσεμνα[*](νυκτίσεμνα Turnebus: νυκτὸσεμνὰ (ut videtur) mutatum in νυκτὶ σεμνὰ M) δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς
  9. ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
  10. καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
  11. ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
  12. καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων[*](ἀρκυστάτων Turnebus: ἀρκυσμάτων codd.)
  13. ὤρουσεν ὑμῖν ἐγκατιλλώψας[*](ἐγκατιλλώψας Turnebus: ἐκκατιλλώψας M) μέγα.
  14. ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
  15. ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί.
  16. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα[*](κλυταιμνήστρα M) καλῶ.
Χορος
  1. ʽμ̔υγμός.ʼ
Κλυταιμήστρας Εἴδωλον
  1. μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω:
  2. φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.[*](φίλοι ... προσεικότες Weil: φίλοις ... προσίκτορες codd.)
Χορός
  1. ʽμ̔υγμός.ʼ