Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐμοὶ πίθεσθε[*](πίθεσθε Turnebus: πείθεσθε M) μὴ βαρυστόνως φέρειν.
- οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη
- ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν:
- ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
- αὐτός θ᾽ ὁ χρήσας[*](χρήσας Turnebus: θήσας codd.) αὐτὸς ἦν ὁ μαρτυρῶν,
- ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.
- ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ
- βαρὺν κότον σκήψητε,[*](800-μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ βαρὺν κότον σκήψητε olim Weil: τε τῇδε γῇ βαρὺν κότον σκήψησθε μὴ θυμοῦσθε M) μηδ᾽ ἀκαρπίαν
- τεύξητ᾽, ἀφεῖσαι †δαιμόνων σταλάγματα,[*](codd. lectio corrupta)[*](δαΐων Pauw: πλευμόνων Wakefield: λαιμάτων Paley)[*](σταλαγμάτων Hermann)
- βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους.
- ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι
- ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς
- λιπαροθρόνοισιν ἡμένας ἐπ᾽ ἐσχάραις
- ἕξειν ὑπ᾽ ἀστῶν τῶνδε τιμαλφουμένας.[*](desunt in Fl Fa V)