Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
  2. καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.[*](cf. ad 779)
  3. ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος
  4. ἐν γᾷ τᾷδε, φεῦ,
  5. ἰὸν ἰὸν ἀντιπενθῆ[*](ἀντιπαθῆ M)
  6. μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ[*](cf. ad 783)
  7. ἄφορον: ἐκ δὲ τοῦ
  8. λειχὴν ἄφυλλος, ἄτεκνος,[*](cf. ad 785)
  9. ἰὼ δίκα, πέδον ἐπισύμενος[*](ἐπεσσύμενος codd.)
  10. βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ.[*](cf. ad 787)
  11. στενάζω; τί ῥέξω;
  12. γελῶμαι: δύσοιστα[*](cf. ad 789)
  13. πολίταις ἔπαθον:
  14. ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς
  15. Νυκτὸς ἀτιμοπενθεῖς.
Ἀθηνᾶ
  1. οὐκ ἔστ᾽ ἄτιμοι, μηδ᾽ ὑπερθύμως ἄγαν
  2. θεαὶ βροτῶν στήσητε[*](κτίσητε Linwood) δύσκηλον χθόνα.
  3. κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν;
  4. καὶ κλῇδας οἶδα δώματος[*](δώματος Casaubon: δωμάτων codd.) μόνη θεῶν,
  5. ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος: