Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
  2. τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
  3. ἀμηχάνοισι[*](ἀμηχάνοισι Fl V: ἀμηχάνοις M) †πράξομεν[*](768-τὸν ... παρβαίνοντα ... θράξομεν Wecklein) δυσπραξίαις,
  4. ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
  5. τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος:
  6. ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
  7. τιμῶσιν αἰεὶ[*](αἰεὶ V: ἀεὶ M) τήνδε συμμάχῳ δορί,
  8. αὐτοῖσιν ἡμεῖς[*](ἀστοῖς ἂν ἡμεῖς εἶμεν Rauchenstein) ἐσμεν εὐμενέστεροι.
  9. καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς:
  10. πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
  11. σωτήριόν τε καὶ δορὸς νικηφόρον.
Χορός
  1. ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
  2. καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.[*](Post hunc v. excidisse aliquid putat Abresch)
  3. ἐγὼ δ᾽ ἄτιμος ἁ τάλαινα βαρύκοτος
  4. ἐν γᾷ τᾷδε, φεῦ,
  5. ἰὸν ἰὸν ἀντιπενθῆ
  6. μεθεῖσα καρδίας,[*](κράδιας Wellauer) σταλαγμὸν χθονὶ
  7. ἄφορον:[*](χθονιαφόρον M) ἐκ δὲ τοῦ
  8. λειχὴν[*](λιχὴν codd.) ἄφυλλος, ἄτεκνος,
  9. ἰὼ δίκα, πέδον ἐπισύμενος