Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν.[*](choro tribuunt codd.)[*](νέμειν] ἔχειν Paley)
Ἀπόλλων
  1. πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
  2. τὸ μὴ ᾽δικεῖν σέβοντες ἐν διαιρέσει.
  3. γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται[*](γίνεται codd.) μέγα,
  4. βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία.
Ἀθηνᾶ
  1. ἀνὴρ ὅδ᾽[*](ὅδ᾽ Fl V: ὅ γ᾽ M) ἐκπέφευγεν αἵματος δίκην:
  2. ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.
Ὀρέστης
  1. ὦ Παλλάς, ὦ σώσασα[*](σώσα M, σα supra scr. m) τοὺς ἐμοὺς δόμους,
  2. γαίας[*](γαίας Dindorf: καὶ γῆς codd.) πατρῴας ἐστερημένον σύ τοι
  3. κατῴκισάς με: καί τις Ἑλλήνων ἐρεῖ,
  4. “Ἀργεῖος ἁνὴρ[*](ἀνὴρ codd.) αὖθις ἔν τε χρήμασιν
  5. οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου
  6. ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
  7. σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον
  8. σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.”
  9. ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
  10. τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
  11. ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
  12. μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
  13. ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.