Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὦ Παλλάς, ὦ σώσασα[*](σώσα M, σα supra scr. m) τοὺς ἐμοὺς δόμους,
- γαίας[*](γαίας Dindorf: καὶ γῆς codd.) πατρῴας ἐστερημένον σύ τοι
- κατῴκισάς με: καί τις Ἑλλήνων ἐρεῖ,
- “Ἀργεῖος ἁνὴρ[*](ἀνὴρ codd.) αὖθις ἔν τε χρήμασιν
- οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου
- ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
- σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον
- σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.”
- ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
- τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
- ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
- μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
- ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.