Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
- τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
- ἀμηχάνοισι[*](ἀμηχάνοισι Fl V: ἀμηχάνοις M) †πράξομεν[*](768-τὸν ... παρβαίνοντα ... θράξομεν Wecklein) δυσπραξίαις,
- ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
- τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος:
- ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
- τιμῶσιν αἰεὶ[*](αἰεὶ V: ἀεὶ M) τήνδε συμμάχῳ δορί,
- αὐτοῖσιν ἡμεῖς[*](ἀστοῖς ἂν ἡμεῖς εἶμεν Rauchenstein) ἐσμεν εὐμενέστεροι.
- καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς:
- πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
- σωτήριόν τε καὶ δορὸς νικηφόρον.
- ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους
- καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου.[*](Post hunc v. excidisse aliquid putat Abresch)