Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- σύ τοι παλαιὰς διανομὰς[*](διανομὰς (ex schol. Eur. Alc. 12) Cobet: δαίμονας codd.) καταφθίσας
- οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.
- σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος
- ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν[*](ἐχθροῖσιν V: ἐχθροῖσι M) βαρύν.
- ἐπεὶ καθιππάζει με πρεσβῦτιν νέος,
- δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,
- ὡς ἀμφίβουλος[*](ἀμφίβουλος Turnebus: ἀμφίβολος codd.) οὖσα θυμοῦσθαι πόλει.
- ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην:
- ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι.
- μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ᾽ ἐγείνατο,
- τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
- ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.
- οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
- ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
- νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.
- ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους,
- ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος.
- ὦ Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;
- ὦ Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾷς τάδε;
- νῦν ἀγχόνης μοι τέρματ᾽, ἢ φάος βλέπειν.