Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.
Ἀπόλλων
  1. σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος
  2. ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν[*](ἐχθροῖσιν V: ἐχθροῖσι M) βαρύν.
Χορός
  1. ἐπεὶ καθιππάζει με πρεσβῦτιν νέος,
  2. δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,
  3. ὡς ἀμφίβουλος[*](ἀμφίβουλος Turnebus: ἀμφίβολος codd.) οὖσα θυμοῦσθαι πόλει.
Ἀθηνᾶ
  1. ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην:
  2. ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι.
  3. μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μ᾽ ἐγείνατο,
  4. τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
  5. ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.
  6. οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
  7. ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.