Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις,
  2. μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσει νέμων.[*](νέμων Hermann: μένων codd.)
Ἀπόλλων
  1. ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
  2. πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;
Χορός
  1. λέγεις: ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
  2. βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν.
Ἀπόλλων
  1. ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
  2. θεοῖς ἄτιμος εἶ σύ: νικήσω δ᾽ ἐγώ.
Χορός
  1. τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις:
  2. Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.
Ἀπόλλων
  1. οὔκουν[*](οὐκοῦν codd.) δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν,
  2. ἄλλως τε πάντως χὤτε[*](χ᾽ ὥτε codd.) δεόμενος τύχοι;
Χορός
  1. σύ τοι παλαιὰς διανομὰς[*](διανομὰς (ex schol. Eur. Alc. 12) Cobet: δαίμονας codd.) καταφθίσας