Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν
- ἀστοῖσιν ἐς τὸ λοιπόν: ὀρθοῦσθαι δὲ χρὴ
- καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
- αἰδουμένους[*](αἰδουμένους Canter: αἰδουμένοις M G A P) τὸν ὅρκον. εἴρηται λόγος.
- καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς
- ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
- κἄγωγε[*](κἄγωγε Porson: κἀγώ τε codd.) χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
- ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι.
- ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις,
- μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσει νέμων.[*](νέμων Hermann: μένων codd.)
- ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων
- πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;
- λέγεις: ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
- βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν.
- ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
- θεοῖς ἄτιμος εἶ σύ: νικήσω δ᾽ ἐγώ.
- τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις:
- Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.