Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔχοιτ᾽ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει,
  2. οὔτ᾽ ἐν Σκύθαισιν[*](Σκύθαισιν Fa: σκύθηισιν M) οὔτε Πέλοπος ἐν τόποις.
  3. κερδῶν ἄθικτον τοῦτο βουλευτήριον,
  4. αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ
  5. ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι.
  6. ταύτην μὲν ἐξέτειν᾽ ἐμοῖς παραίνεσιν
  7. ἀστοῖσιν ἐς τὸ λοιπόν: ὀρθοῦσθαι δὲ χρὴ
  8. καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην
  9. αἰδουμένους[*](αἰδουμένους Canter: αἰδουμένοις M G A P) τὸν ὅρκον. εἴρηται λόγος.
Χορός
  1. καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς
  2. ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.
Ἀπόλλων
  1. κἄγωγε[*](κἄγωγε Porson: κἀγώ τε codd.) χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
  2. ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι.