Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Ἄρει δ᾽ ἔθυον, ἔνθεν ἔστ᾽ ἐπώνυμος
- πέτρα, πάγος τ᾽ Ἄρειος: ἐν δὲ τῷ σέβας
- ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ʼδικεῖν
- σχήσει τό τ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ὁμῶς,[*](τό τ᾽ Grotius: τόδ᾽ M ὁμῶς Turnebus: ὅμως codd.)
- αὐτῶν πολιτῶν μὴ ᾽πικαινούντων[*](᾽π᾽ικαινούντων Stephanus: ᾽π᾽ικαινόντων codd.) νόμους.
- κακαῖς <δ᾽[*](δ᾽ add. Schütz)> ἐπιρροαῖσι βορβόρῳ θ᾽ ὕδωρ
- λαμπρὸν μιαίνων οὔποθ᾽ εὑρήσεις ποτόν.
- τὸ μήτ᾽ ἄναρχον μήτε[*](μήτε recc.: μὴ δὲ M) δεσποτούμενον
- ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν,[*](σέθεν (σέβειν in margine adscr. m) M)
- καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν.
- τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν;
- τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας
- ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον