Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος.
- μένω δ᾽ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται.
- τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσ᾽ ἄμομφος ὦ;
- ἠκούσαθ᾽ ὧν ἠκούσατ᾽, ἐν δὲ καρδίᾳ
- ψῆφον φέροντες ὅρκον αἰδεῖσθε,[*](αἰδεῖσθε recc.: αἰδεῖσθαι, ε supra scr. M) ξένοι.
- κλύοιτ᾽ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς,
- πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ.
- ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ
- αἰεὶ δικαστῶν[*](δικαστῶν Canter: δ᾽ ἑκάστων M: pro αἰεὶ δ᾽ ἑκάστων coni. ἀσυνδέκαστον Kirchhoff) τοῦτο βουλευτήριον.
- πάγον δ᾽ Ἄρειον[*](Ἄρειον] fort. ἑδοῦνται Weil) τόνδ᾽, Ἀμαζόνων ἕδραν
- σκηνάς θ᾽, ὅτ᾽ ἦλθον Θησέως κατὰ φθόνον
- στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν
- τήνδ᾽ ὑψίπυργον ἀντεπύργωσαν τότε,