Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πατὴρ μὲν ἂν γένοιτ᾽ ἄνευ μητρός: πέλας
  2. μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός,
  3. οὐδ᾽ ἐν σκότοισι νηδύος τεθραμμένη,
  4. ἀλλ᾽ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός.
  5. ἐγὼ δέ, Παλλάς, τἄλλα θ᾽ ὡς ἐπίσταμαι,
  6. τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν,
  7. καὶ τόνδ᾽ ἔπεμψα σῶν δόμων ἐφέστιον,
  8. ὅπως γένοιτο πιστὸς ἐς τὸ πᾶν χρόνου
  9. καὶ τόνδ᾽ ἐπικτήσαιο σύμμαχον, θεά,
  10. καὶ τοὺς ἔπειτα, καὶ τάδ᾽ αἰανῶς μένοι
  11. στέργειν τὰ πιστὰ[*](τὰ πιστὰ Fl V: τἄπιστα M) τῶνδε τοὺς ἐπισπόρους.
Ἀθηνᾶ
  1. ἤδη κελεύω τούσδ᾽ ἀπὸ γνώμης φέρειν
  2. ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων;