Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὑμός, τὰ δ᾽ ἄλλα πάντ᾽ ἄνω τε[*](τε A Fl V: om. M G) καὶ κάτω
  2. στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων[*](οὐδὲν ἀσθμαίνων Fl V: οὐδ᾽ ἐν ἀσθμαίνω M) μένει.
Χορός
  1. πῶς γὰρ τὸ φεύγειν τοῦδ᾽ ὑπερδικεῖς ὅρα:
  2. τὸ μητρὸς αἷμ᾽ ὅμαιμον ἐκχέας πέδοι[*](πέδοι Dindorf: πέδωι codd.)
  3. ἔπειτ᾽ ἐν Ἄργει δώματ᾽ οἰκήσει πατρός;
  4. ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
  5. ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;[*](προσδέξεται recc.: προσδέξαιτε M)
Ἀπόλλων
  1. καὶ τοῦτο λέξω, καὶ μάθ᾽ ὡς ὀρθῶς ἐρῶ.
  2. οὔκ ἔστι μήτηρ ἡ κεκλημένου[*](κεκλημένου M: κεκλημένη Fl Fa V) τέκνου
  3. τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου.
  4. τίκτει δ᾽ ὁ θρῴσκων, ἡ δ᾽ ἅπερ ξένῳ ξένη
  5. ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός.
  6. τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου: