Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
- ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ[*](δειχθῆ mutatum in δηχθῆ M) λεώς,
- ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
- πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ:
- αὐτὸς δ᾽ ἔδησε[*](ἔδησε ex ἔδεισε ut videtur factum M) πατέρα πρεσβύτην Κρόνον.
- πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
- ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.
- ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
- πέδαι μὲν ἂν λυθεῖεν,[*](πέδαι ... λυθεῖεν Weil: πέδας ... λύσειεν codd.) ἔστι τοῦδ᾽ ἄκος,[*](testantur Fl Fa V)
- καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος:
- ἀνδρὸς δ᾽ ἐπειδὰν αἷμ᾽ ἀνασπάσῃ κόνις
- ἅπαξ θανόντος, οὔτις ἔστ᾽ ἀνάστασις.
- τούτων ἐπῳδὰς οὐκ ἐποίησεν[*](ἐποίησεν Fl V: ἐποίησε M G A) πατὴρ