Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
Ἀπόλλων
  1. οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
  2. διοσδότοις σκήπτροισι τιμαλφούμενον,
  3. καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
  4. τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος,
  5. ἀλλ᾽ ὡς ἀκούσει, Παλλὰς οἵ τ᾽ ἐφήμενοι
  6. ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
  7. ἀπὸ στρατείας[*](ἀποστρατείᾶς (ι supra scr.) M) γάρ νιν[*](νιν Porson: μιν M) ἠμποληκότα
  8. †τὰ πλεῖστ᾽ ἄμεινον[*](ἄμείνον᾽ M (i. e. ἄμεινον mutatum in ἀμείνον᾽)) εὔφροσιν δεδεγμένη,
  9. δροίτῃ[*](δροίτῃ A P: δροίτη M G) περῶντι λουτρὰ κἀπὶ τέρματι
  10. φᾶρος παρεσκήνωσεν†,[*](corrupta coniecturis frustra tentata)[*](Post 632 excidisse aliquid existimat Schütz)[*](παρεσκήνωσεν A: περἐσκήνωσεν M G schol.) ἐν δ᾽ ἀτέρμονι
  11. κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ.
  12. ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος