Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἕδραν ἔχοντα[*](ἔχοντα Fl Fa V: ἔχοντι M) προστρόπαιον, αἵματι
- στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
- ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον,
- λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
- ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ.
- πρόσθεν δὲ τἀνδρὸς[*](δὲ τἀνδρὸς Fl V: δέ τ᾽ ἀνδρὸς M) τοῦδε θαυμαστὸς λόχος[*](λόχος Fl V: λέχος M)
- εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
- οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
- οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
- εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας
- δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν
- αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι:
- ῥέγκουσι δ᾽ οὐ πλατοῖσι[*](πλατοῖσι Elmsley: πλαστοῖσι codd.) φυσιάμασιν:
- ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα:[*](λίβα Burges: δία M)
- καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
- φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.
- τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας
- οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος
- τρέφουσ᾽ ἀνατὶ μὴ μεταστένειν πόνον.[*](πόνον ex schol. Arnald: πόνων codd.)
- τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων