Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πῶς γάρ σ᾽ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε,
  2. ζώνης; ἀπεύχι μητρὸς αἷμα φίλτατον;
Ὀρέστης
  1. ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι,
  2. Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.
  3. δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα:
  4. ἀλλ᾽ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ
  5. δοκεῖ τόδ᾽ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.
Ἀπόλλων
  1. λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν
  2. θεσμὸν δικαίως, μάντις ὢν δ᾽[*](ὢν δ᾽ Canter: δ᾽ ὢν M) οὐ ψεύσομαι.
  3. οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
  4. οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
  5. ὃ μὴ κελεύσαι[*](κελεύσαι Hermann: κελεύσει M) Ζεὺς Ὀλυμπίων πατήρ.
  6. τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν,
  7. βουλῇ[*](βουλῇ Turnebus: βουλὴι (ut videtur) M) πιφαύσκω δ᾽ ὔμμ᾽[*](ὕμμ᾽ M) ἐπισπέσθαι πατρός.
  8. ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
Χορός
  1. Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
  2. φράζειν Ὀρέστῃ τῷδε, τὸν[*](τῷδε τὸν in rasura m) πατρὸς φόνον
  3. πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
Ἀπόλλων
  1. οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
  2. διοσδότοις σκήπτροισι τιμαλφούμενον,