Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
- τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος,
- ἀλλ᾽ ὡς ἀκούσει, Παλλὰς οἵ τ᾽ ἐφήμενοι
- ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
- ἀπὸ στρατείας[*](ἀποστρατείᾶς (ι supra scr.) M) γάρ νιν[*](νιν Porson: μιν M) ἠμποληκότα
- †τὰ πλεῖστ᾽ ἄμεινον[*](ἄμείνον᾽ M (i. e. ἄμεινον mutatum in ἀμείνον᾽)) εὔφροσιν δεδεγμένη,
- δροίτῃ[*](δροίτῃ A P: δροίτη M G) περῶντι λουτρὰ κἀπὶ τέρματι
- φᾶρος παρεσκήνωσεν†,[*](corrupta coniecturis frustra tentata)[*](Post 632 excidisse aliquid existimat Schütz)[*](παρεσκήνωσεν A: περἐσκήνωσεν M G schol.) ἐν δ᾽ ἀτέρμονι
- κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ.
- ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
- τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
- ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ[*](δειχθῆ mutatum in δηχθῆ M) λεώς,
- ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
- πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ:
- αὐτὸς δ᾽ ἔδησε[*](ἔδησε ex ἔδεισε ut videtur factum M) πατέρα πρεσβύτην Κρόνον.
- πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
- ὑμᾶς δ᾽ ἀκούειν ταῦτ᾽ ἐγὼ μαρτύρομαι.