Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.
Ὀρέστης
  1. ἔκτεινα: τούτου δ᾽ οὔτις ἄρνησις πέλει.
Χορός
  1. ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων.
Ὀρέστης
  1. οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.
Χορός
  1. εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες.
Ὀρέστης
  1. λέγω: ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.
Χορός
  1. πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασι;
Ὀρέστης
  1. τοῖς τοῦδε θεσφάτοισι: μαρτυρεῖ δέ μοι.
Χορός
  1. ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;
Ὀρέστης
  1. καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.
Χορός
  1. ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα.
Ὀρέστης
  1. πέποιθ᾽, ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει[*](πέμψει ex schol. Scaliger: πέμπει M) πατήρ.
Χορός
  1. νεκροῖσί νυν πέπισθι[*](πέπισθι Veitch: πέπεισθι M) μητέρα κτανών.
Ὀρέστης
  1. δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.[*](μιασμάτοιν Elmsley: μιασμάτων M)
Χορός
  1. πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
Ὀρέστης
  1. ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανε.
Χορός
  1. τοιγὰρ[*](τοὶ γὰρ M) σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ.[*](φόνῳ Schütz: φόνου M)
Ὀρέστης
  1. τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
Χορός
  1. οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.
Ὀρέστης
  1. ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;