Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἥ τ᾽[*](ἥ τ᾽ m: εἴτ᾽ M) οὖν διάτορος[*](aliis οὖν compendii videtur corruptio, pro οὐρανοῦ vel οὐρανόν, quorum praestat εἰς οὐρανὸν δὲ διάτορος Wecklein) <αἰθέρος[*](αἰθέρος add. Emper)> Τυρσηνικὴ
  2. σάλπιγξ βροτείου πνεύματος πληρουμένη,
  3. ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
  4. πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
  5. σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
  6. πόλιν τε πᾶσαν ἐς τὸν αἰανῆ χρόνον
  7. καὶ τούσδ᾽,[*](τούσδ᾽ Hermann: τόνδ᾽ M: τῶνδ᾽ recc.) ὅπως ἂν εὖ διαγνωσθῇ[*](διαγνωσθῇ Paley: καταγνωσθῇ codd.) δίκη.[*](δίκη Fl V: δίκηι M)
Χορός
  1. ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.
  2. τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.
Ἀπόλλων
  1. καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ[*](hoc versu incipit cod. A)[*](νόμῳ Schütz: δόμων codd. (ο in rasura M))
  2. ἱκέτης ὅδ᾽ ἁνὴρ[*](ἁνὴρ Porson: ἀνὴρ codd.) καὶ δόμων ἐφέστιος[*](ἐφέστιως (ο suprascr.) M)
  3. ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιοσ—
  4. καὶ ξυνδικήσων αὐτός: αἰτίαν δ᾽ ἔχω
  5. τῆς τοῦδε μητρὸς τοῦ[*](τοῦ Turnebus: τοῦδε codd.) φόνου. σὺ δ᾽ εἴσαγε
  6. ὅπως <τ᾽[*](τ᾽ add. Hermann)> ἐπίστᾳ τήνδε κύρωσον δίκην.
Ἀθηνᾶ
  1. ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην.[*](582-desunt in Fl Fa V)
  2. ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
  3. γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.
Χορος
  1. πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
  2. ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς.