Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
- σὺ δ᾽[*](δ᾽ Pearson: τ᾽ codd.) εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην:
- πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.
- τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
- βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις
- φόνου[*](φόνου Robortello: φόνους codd.) διαιρεῖν ὀξυμηνίτους[*](ὀξυμηνίτους Pearson: ὀξυμηνίτου codd.) δίκας:
- ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς[*](ἐμοῖς Pauw: ὅμως codd.)
- ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις:
- ἐγὼ[*](ἐγὼ Hartung: ὅμως codd.) δ᾽ ἄμομφον ὄντα σ᾽ αἱροῦμαι[*](αἰδοῦμαι Hermann) πόλει.
- αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
- καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
- χώρᾳ μεταῦθις[*](χώρᾳ μεταῦθις Wellauer: χῶραι μετ᾽ αὖθις codd.) ἰὸς ἐκ φρονημάτων
- πέδοι[*](πέδοι Dindorf: πέδω codd.) πεσὼν ἄφερτος αἰανὴς νόσος.
- τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν
- πέμπειν τε[*](τε Abresch: δὲ codd.) δυσπήμαντ᾽[*](δυσπήμαντ᾽ Scaliger: δυσπήματ᾽ codd.) ἀμηχάνως ἐμοί.
- ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,
- †φόνων δικαστὰς ὁρκίους αἱρουμένη[*](ὁρκίους αἱρουμένη Casaubon: ὁρκίων αἱρουμένους codd.; ingeniose φανῶ δικαστὰς ὁρκίων αἰδουμένους θεσμόν, τὸν Wecklein, ubi αἰδουμένους coni. Prien)
- θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον†.[*](incerta necdum satis sanata)
- ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
- καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα.