Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα:
  2. ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
  3. ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
  4. σφαγαὶ καθαιμάξωσι νεοθήλου[*](καθαιμάξωσι Fa, νεοθήλου Turnebus: καθαιμάξουσινοθήλου M) βοτοῦ.
  5. πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
  6. οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
  7. ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
  8. γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα.
  9. Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
  10. Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα:
  11. ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
  12. ἔθηκας. ἔφθιθ᾽ οὗτος[*](οὗτος recc.: οὕτως M) οὐ καλῶς, μολὼν
  13. εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ
  14. μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
  15. κρύψασ᾽, ἃ[*](κρύψασ᾽, ἃ Musgrave: κρύψασα codd.) λουτρῶν ἐξεμαρτύρει φόνον.
  16. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
  17. ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
  18. ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
  19. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
  20. ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,