Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ
  1. δυοῖν παρόντοιν ἥμισυς λόγος[*](λόγος Fl V: λόγου M) πάρα.
Χορός
  1. ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι.[*](θέλοι Schütz: θέλει codd.)
Ἀθηνᾶ
  1. κλύειν δίκαιος[*](δίκαιος Dindorf: δικαίους (υ in rasura) M, ω supra scr. m) μᾶλλον ἢ πρᾶξαι θέλεις.
Χορός
  1. πῶς δή; δίδαξον: τῶν σοφῶν γὰρ οὐ πένει.
Ἀθηνᾶ
  1. ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός
  1. ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.
Ἀθηνᾶ
  1. ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;
Χορός
  1. πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων.[*](κἀπ᾽ ἀξίων Arnald: τ᾽ ἐπαξίων M)
Ἀθηνᾶ
  1. τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
  2. λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
  3. τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ[*](ἀμυναθοῦ Dindorf: ἀμυνάθου codd.) ψόγον:
  4. εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
  5. ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
  6. σεμνὸς προσίκτωρ ἐν[*](ἐν in ampliore spatio m) τρόποις Ἰξίονος:
  7. τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης
  1. ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
  2. τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
  3. οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων[*](ἔχων Wieseler: ἔχει codd.) μύσος
  4. πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην[*](ἐφεζόμην Wieseler: ἐφεζομένη codd.) βρέτας.