Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
- τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω:
- βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
- ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
- οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας[*](ὁρωμένας Stanley: ὁρωμέναις codd.)
- οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι.
- λέγειν δ᾽ ἄμομφον[*](ἄμομφον Robortello: ἄμορφον codd.) ὄντα τοὺς πέλας κακῶς
- πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.
- γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
- τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα.
- μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
- βροτοκτονοῦντας[*](βροτοκτονοῦντας] αὐτοκτονοῦντας Davies) ἐκ δόμων ἐλαύνομεν.
- ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
- ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς[*](ἐπιρροιζεῖς Scaliger: ἐπιρροιζεῖ factum ex ἐπιρροιζεῖν M) φυγάς;
- φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.