Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται.
- σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
- κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή:[*](ἀναστροφή scholium: ἀναστροφά M: ἀναστροφαί Fl Fa V)
- Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ,
- ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
- λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον:
- Πλειστοῦ[*](Πλειστοῦ Turnebus: πλείστους codd.) τε πηγὰς καὶ Ποσειδῶνος κράτος
- καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
- ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
- καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
- ἄριστα δοῖεν: κεἰ παρ᾽[*](πάρ᾽ Abresch) Ἑλλήνων τινές,
- ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
- μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
- ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν,
- πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
- ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν:[*](στάσιν M, γρ. βάσιν m)
- τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ[*](οὐ ποδωκείᾳ Fl: οὔπω δοκίαι mutatum in οὐ ποδωκίαι M) σκελῶν.
- δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
- ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν:
- ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ[*](θεομυσῆι M)