Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. λάμπᾳ, †δυσοδοπαίπαλα[*](fortasse δυσποροπαίπαλοι Heimsoeth)
  2. δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
Χορός
  1. τίς οὖν τάδ᾽ οὐχ ἅζεταί[*](οὐχ ἅζεται Turnebus: οὐ χάζεται codd.)
  2. τε καὶ δέδοικεν[*](δέδοικεν Schütz: δέδοικε codd.) βροτῶν,
  3. ἐμοῦ κλύων θεσμὸν
  4. τὸν μοιρόκραντον ἐκ θεῶν
  5. δοθέντα τέλεον; ἔτι[*](ἔτι Hermann: ἐπὶ codd.) δέ μοι
  6. <μένει[*](μένει add. Hermann)> γέρας παλαιόν, οὐδ᾽ ἀτιμίας
  7. κύρω,[*](κύρω Hermann: κυρῶ codd.) καίπερ ὑπὸ χθόνα
  8. τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.
Αθηνα
  1. πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
  2. ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,[*](γῆν καταφθατουμένη Stanley: τὴν καταφθατουμένην codd.)
  3. ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
  4. τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
  5. ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,
  6. ἐξαίρετον δώρημα Θησέως τόκοις:
  7. ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
  8. πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος,
  9. πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.
  10. καινὴν[*](καινὴν Canter: καὶ νῦν codd.) δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς