Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἇς ἀπηξιώσατο—
  2. μάλα γὰρ οὖν ἁλομένα
  3. ἀνέκαθεν[*](ἀνέκαθεν Pearson: ἄγκαθεν codd.) βαρυπεσῆ
  4. καταφέρω ποδὸς ἀκμάν,
  5. σφαλερὰ τανυδρόμοις <ὅμως[*](ὅμως add. Weil)>
  6. κῶλα, δύσφορον μάταν.[*](vv. 368-72 in codd. post 376 scriptos huc transtulit Heath)[*](μάταν Weil: ἄταν codd.)
Χορός
  1. δόξαι τ᾽ ἀνδρῶν καὶ μάλ᾽ ὑπ᾽ αἰθέρι σεμναὶ
  2. τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι
  3. ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχησ-
  4. μοῖς τ᾽ ἐπιφθόνοις[*](ἐπιφθόνοις Heath: ἐπιφόνοις codd.) ποδός.
Χορός
  1. πίπτων δ᾽ οὐκ οἶδεν τόδ᾽ ὑπ᾽ ἄφρονι λύμᾳ:
  2. τοῖον [γὰρ[*](γὰρ seclusit Heath)] ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται,
  3. καὶ δνοφεράν τιν᾽ ἀχλὺν κατὰ δώματος αὐδᾶ-
  4. ται πολύστονος φάτις.
Χορός
  1. μένει γάρ: εὐμήχανοί
  2. τε[*](τε Wakefield: δὲ codd.) καὶ τέλειοι, κακῶν
  3. τε μνήμονες, σεμναὶ
  4. καὶ δυσπαρήγοροι βροτοῖς,
  5. ἄτιμ᾽ ἀτίετα[*](ἀτίετα Canter: ἀτίεται M) διόμεναι[*](διόμε.ναι M: fortasse διέπομεν Heath)
  6. λάχη θεῶν διχοστατοῦντ᾽ ἀνηλίῳ