Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δέσμιος φρενῶν, ἀφόρ-
  2. μικτος, αὐονὰ βροτοῖς.
Χορός
  1. γιγνομέναισι λάχη τάδ᾽ ἐφ᾽ ἁμὶν ἐκράνθη,
  2. ἀθανάτων δ᾽ ἀπέχειν χέρας, οὐδέ τις ἐστὶ
  3. ξυνδαίτωρ[*](ξυνδαίτωρ Turnebus: συνδάτωρ M) μετάκοινος.
  4. παλλεύκων δὲ πέπλων ἀνέορτος[*](ἀνέορτος Fritzsche: ἄμοιρος codd.) ἄκληρος ἐτύχθην.
Χορός
  1. δωμάτων[*](δωμάτων Aldina: δομάτων codd.) γὰρ εἱλόμαν
  2. ἀνατροπάς: ὅταν Ἄρης
  3. τιθασὸς[*](τιθασὸς P: πίθασος M) ὢν φίλον[*](φίλον Turnebus: φίλος codd.) ἕλῃ,
  4. ἐπὶ τὸν ὧδ᾽ ἱέμεναι[*](ὧδ᾽ ἱέμεναι E. A. I. Ahrens: ὦ διόμεναι M)
  5. κρατερὸν ὄνθ᾽ ὅμως ἀμαυ-
  6. ροῦμεν[*](ὅμως ἀμαυροῦμεν Weil: ὁμοίως μαυροῦμεν codd.) [ὑφ᾽[*](ὑφ᾽ seclusit Weil)] αἵματος νέου.>
Χορός
  1. σπευδομένα[*](σπευδομένα M, postea mutatum in σπευδόμεναι) δ᾽ ἀφελεῖν
  2. τινὰ τάσδε[*](τάσδε Aldina: τᾶσδε M) μερίμνας,
  3. θεῶν δ᾽ ἀτέλειαν ἐμαῖς
  4. μελέταις[*](ἐμαῖς μελέταις Voss: ἐμαῖσι λιταῖς codd.) ἐπικραίνειν,
  5. μηδ᾽ εἰς[*](εἰς Pauw: ἐς codd.) ἄγκρισιν ἐλθεῖν—
  6. Ζεὺς δ᾽ αἱμοσταγὲς[*](δ᾽ αἱμοσταγὲς Linwood: γὰρ αἱματοσταγὲς M) ἀξ-
  7. ιόμισον ἔθνος τόδε λέσχας