Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ.
- [χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.][*](seclusit Musgrave)
- καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ
- χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ
- μολεῖν ἀρωγόν: κτήσεται δ᾽ ἄνευ δορὸς
- αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν
- πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
- ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
- Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
- τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
- φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα
- θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
- ἔλθοι,—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός,—
- ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος.