Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς:
- ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν.
- ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ
- μοῦσαν στυγερὰν
- ἀποφαίνεσθαι δεδόκηκεν,
- λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους
- ὡς ἐπινωμᾷ στάσις ἁμά.[*](ἁμά Canter: ἅμα codd.)
- εὐθυδίκαιοι δ᾽[*](εὐθυδίκαιοι δ᾽ Hermann: εὐθυδίκαι θ᾽ οἱδ᾽ M) οἰόμεθ᾽[*](οἰόμεθ᾽ H. L. Ahrens: οίμεθ᾽ M) εἶναι:
- τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽[*](τὸν ... προνέμοντ᾽ Hermann: τοὺς ... προνέμοντας codd.)
- οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν,[*](ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν Porson: ἀφ᾽ ἡμῶν μῆνις ἐφέρπει codd.)
- ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ:
- ὅστις δ᾽ ἀλιτὼν[*](ἀλιτὼν Auratus: ἀλιτρῶν codd.) ὥσπερ ὅδ᾽ ἁνὴρ[*](ἁνὴρ Porson: ἀνὴρ codd.)
- χεῖρας φονίας ἐπικρύπτει,
- μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν
- παραγιγνόμεναι[*](παραγινόμεναι codd.) πράκτορες αἵματος
- αὐτῷ τελέως ἐφάνημεν.
- μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ
- Νύξ, ἀλαοῖσι[*](ἀλαοῖσι Paley: ἀλαοῖσιν M) καὶ δεδορκόσιν
- ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ-
- νίς μ᾽ ἄτιμον τίθησιν