Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐρυθρὸν ἐκ μελῶν[*](metri causa μελῶν scripsi: μελέων codd.) πέλανον: ἀπὸ δὲ σοῦ
  2. φεροίμαν βοσκὰν[*](φεροίμαν βοσκὰν Wellauer: βοσκὰν φεροίμαν M) πώματος δυσπότου:—
  3. καὶ ζῶντά σ᾽ ἰσχνάνασ᾽ ἀπάξομαι κάτω,
  4. ἀντίποιν᾽ ὡς[*](ἀντίποιν᾽ ὡς Schütz: ἀντιποίνους codd.) τίνῃς[*](τίνῃς Fa: τείνης M ματροφόνου Casaubon: μητροφόνας codd.) ματροφόνου δύας.—
  5. ὄψι δὲ κεἴ[*](δὲ κεἴ τις Schütz: δ᾽ ἐκεῖ τίς codd.) τις ἄλλος[*](ἄλλος Heath: ἄλλον codd.) ἤλιτεν βροτῶν
  6. ἢ θεὸν ἢ ξένον
  7. τιν᾽[*](τίν᾽ codd.: fort. τιν᾽ οὐκ εὐσεβῶν Hermann) ἀσεβῶν ἢ τοκέας φίλους,
  8. ἔχονθ᾽ ἕκαστον τῆς δίκης ἐπάξια.—
  9. μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
  10. ἔνερθε χθονός,
  11. δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί.[*](Carmen inter choreutas distribuendum)
Ὀρέστης
  1. ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
  2. πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
  3. σιγᾶν θ᾽ ὁμοίως: ἐν δὲ τῷδε πράγματι
  4. φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου:
  5. βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός,
  6. μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει.
  7. ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
  8. Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
  9. πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος,