Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
- τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν[*](νεβρὸν Victorius: νεκρὸν codd.)
- πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.[*](ἐκματεύομεν Dindorf: ἐκμαστεύομεν codd. plerique)
- πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
- σπλάγχνον: χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
- ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν[*](ποτήμασιν Dindorf: πωτήμασιν codd.)
- ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.
- καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.
- ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
- ὅρα ὅρα μάλ᾽ αὖ,
- λεῦσσέ τε πάντα,[*](λεῦσσέ τε πάντα Hermann: λεύσσετον πάνται M) μὴ
- λάθῃ φύγδα[*](φύγδα ex φυγαδα factum M) βὰς
- [ὁ[*](ὁ seclusit Hermann)] ματροφόνος ἀτίτας.—
- ὁ δ᾽ αὖτέ γ᾽ οὖν ἀλκὰν ἔχων
- περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
- ὑπόδικος θέλει γενέσθαι χερῶν.—
- τὸ δ᾽ οὐ πάρεστιν: αἷμα μητρῷον χαμαὶ
- δυσαγκόμιστον, παπαῖ,
- τὸ διερὸν πέδοι χύμενον[*](πέδοι χύμενον Porson: πέδωι κεχυμένον codd.) οἴχεται.—
- ἀλλ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπὸ ζῶντος ῥοφεῖν