Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω[*](λίπω Porson: λείπω codd.) ποτέ.
- σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέω[*](πλέω Auratus: πλέον codd.) τίθου.
- τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ.
- οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.
- ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι:
- δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
- τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.
- ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύσμασιν
- ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
- οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,
- ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένον[*](fortasse ἀμβλὺς ... προστετριμμένος Prien) τε πρὸς
- ἄλλοισιν οἴκοις καὶ πορεύμασιν[*](πορεύμασιν Porson: πορεύμασι codd.) βροτῶν.
- ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
- σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
- πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
- αὐτοῦ φυλάσσων ἀμμενῶ[*](ἀμμενῶ Dindorf: ἀναμένω codd.) τέλος δίκης.
- εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.