Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους.
Χορός
  1. καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
Ἀπόλλων
  1. οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
Χορός
  1. ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
Ἀπόλλων
  1. τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
Χορός
  1. τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.
Ἀπόλλων
  1. τί γάρ; γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
Χορός
  1. οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.
Ἀπόλλων
  1. ἦ κάρτ᾽ ἄτιμα, καὶ παρ᾽ οὐδὲν εἰργάσω[*](εἰργάσω Wordsworth: ἠρκέσω codd.)
  2. Ἥρας τελείας καὶ Διὸς πιστώματα.
  3. Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ,
  4. ὅθεν βροτοῖσι γίγνεται[*](γίνεται codd.) τὰ φίλτατα.
  5. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος[*](μόρσιμος Fa: μόρσιμοι M)
  6. ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
  7. εἰ[*](εἰ Canter: ἦ M) τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
  8. τὸ μὴ τίνεσθαι[*](τίνεσθαι Meineke: γενέσθαι codd.) μηδ᾽ ἐποπτεύειν κότῳ,
  9. οὔ φημ᾽ Ὀρέστην σ᾽[*](σ᾽ Robortello: γ᾽ M) ἐνδίκως ἀνδρηλατεῖν.
  10. τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,
  11. τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
  12. δίκας δὲ Παλλὰς[*](δὲ Παλλὰς Sophianus: δ᾽ ἐπάλλας M) τῶνδ᾽ ἐποπτεύσει θεά.