Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
- τὴν πρωτόμαντιν Γαῖαν: ἐκ δὲ τῆς Θέμιν,
- ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο
- μαντεῖον, ὡς λόγος τις: ἐν δὲ τῷ τρίτῳ
- λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,
- Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,
- Φοίβη: δίδωσι[*](δίδωσιν M) δ᾽ ἣ γενέθλιον δόσιν
- Φοίβῳ: τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον.
- λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,
- κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,
- ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽[*](Παρνησοῦ θ᾽ Robortello: παρ νησοῦσθ᾽ M) ἕδρας.
- πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα
- κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα
- ἀνήμερον τιθέντες ἡμερωμένην.
- μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,
- Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.
- τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα
- ἵζει τέταρτον τοῖσδε[*](τοῖσδε Voss: τόνδε M) μάντιν ἐν θρόνοις:[*](θρόνοις Turnebus: χρόνοις codd.)
- Διὸς προφήτης δ᾽ ἐστὶ[*](ἐστὶν M) Λοξίας πατρός.
- τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.