Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει:
- ἀλλ᾽ οὗ[*](οὗ Turnebus: οὐ M) καρανιστῆρες[*](καρανιστῆρες Stanley: καρανηστῆρες M ὀφθαλμω...ρύχοι (rasura inter ω et ρ) M) ὀφθαλμωρύχοι
- δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθοραὶ
- παίδων †κακοῦται[*](κακοῦται corruptum) χλοῦνις, ἠδ᾽ ἀκρωνία,[*](fort. τε κουρὰ Hartung)
- λευσμός[*](λευσμός Casaubon: λευσμόν codd.) τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
- ὑπὸ ῥάχιν[*](ὑπὸ ῥάχιν Aldina: ὑπορράχιν (ὸ mutatum in ο) M) παγέντες. ἆρ᾽ ἀκούετε
- οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς
- στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος
- μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
- οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
- ἐν τοῖσδε Πυθίοισι[*](Πυθίοισι Martin: πλησίοις M: πλησίοισι recc.) τρίβεσθαι μύσος.
- χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι.
- ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν.
- πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
- ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
- κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ[*](δέκτωρ in margine m: δ᾽ ἕκτωρ M) νέου.