Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος:
  2. φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
Χορός
  1. ʽὡ̓γμός.ʼ[*](in M omissa supplevit m)
Κλυταιμήστρας Εἴδωλον
  1. ὤζεις, ὑπνώσσεις: οὐκ ἀναστήσει τάχος;
  2. τί σοι πέπρωται[*](πέπρωται Bentley: πέπρακται codd.) πρᾶγμα πλὴν τεύχειν κακά;
Χορός
  1. ʽὡ̓γμός.ʼ
Κλυταιμήστρας Εἴδωλον
  1. ὕπνος πόνος τε κύριοι συνωμόται
  2. δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
Χορός
  1. ʽμ̔υγμὸς διπλοῦς ὀξύς.ʼ
  2. λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
Κλυταιμήστρας Εἴδωλον
  1. ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ
  2. κύων μέριμναν οὔποτ᾽ ἐκλείπων[*](ἐκλείπων Blomfield: ἐκλιπὼν codd.) πόνου.
  3. τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
  4. μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ.
  5. ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν:[*](ὀνείδεσιν recc.: ὀνείδεσσιν M)
  6. τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
  7. σὺ δ᾽[*](σὺ δ᾽ Pearson: οὐδ᾽ codd.) αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ,
  8. ἀτμῷ κατισχναίνουσα,[*](κατισχναίνουσα Robortello: κατισχαίνουσα codd.) νηδύος πυρί,
  9. ἕπου, μάραινε δευτέροις διώγμασιν.
Χορός
  1. ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ.