Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον,
- ἰδώμεθ᾽[*](ἰδώμεθ᾽ Turnebus: εἰδώμεθ᾽ codd.) εἴ τι τοῦδε φροιμίου ματᾷ.
- ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι,—
- ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—
- ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
- ἄφερτον κακόν.
- ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽[*](θ᾽ Abresch: δ᾽ codd.) ὁ θήρ—
- ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα.
- ἰὼ παῖ Διός, ἐπίκλοπος πέλει,—
- νέος δὲ γραίας δαίμονας καθιππάσω,—
- τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
- τοκεῦσιν πικρόν,
- τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.—
- τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν;
- ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν
- ἔτυψεν δίκαν διφρηλάτου
- μεσολαβεῖ κέντρῳ
- ὑπὸ φρένας, ὑπὸ λοβόν.—
- πάρεστι μαστίκτορος δαΐου δαμίου
- βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.