Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
  2. ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸν
  3. στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ,
  4. οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε
  5. Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,
  6. ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,
  7. ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόρον
  8. τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον·
  9. ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·
  10. ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,
  11. ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος,
  12. φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,
  13. τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ
  14. σήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένον
  15. τόλμης ἕκατι κἀκδίκου φρονήματος.
  16. τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;
  17. ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
  18. δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
  19. ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.
  20. τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,