Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τάχα δὲ παντελὴς χρόνος ἀμείψεται
- πρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίας
- πᾶν ἐλαθῇ μύσος
- καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
- τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶν
- ἰδεῖν ἀκοῦσαι πρευμενεῖς
- μετοίκοις δόμων πεσοῦνται πάλιν.
- πάρα τε φῶς ἰδεῖν
- μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων.
- ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον
- χαμαιπετεῖς ἔκεισθʼ ἀεί.
- ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα
- πατροκτόνους τε δωμάτων πορθήτορας.
- σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι,
- φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη
- πάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι.
- ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ
- καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει.
- ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,
- τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,