Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ξένων ἀπαιόλημα κἀργυροστερῆ
  2. βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι
  3. πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
  4. τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ
  5. γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
Χορός
  1. αἰαῖ αἰαῖ μελέων ἔργων·
  2. στυγερῷ θανάτῳ διεπράχθης.
  3. ἒ ἔ,
  4. μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
Ὀρέστης
  1. ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι
  2. φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος.
  3. φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται,
  4. πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος.
  5. νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών,
  6. πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε.
  7. ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν,
  8. ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.
Χορός
  1. οὔτις μερόπων ἀσινὴς βίοτον
  2. διὰ παντὸς ἀπήμονʼ ἀμείψει.
  3. ἒ ἔ,