Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- δολιόφρων ποινά·
- ἔθιγε δʼ ἐν μάχᾳ χερὸς ἐτήτυμος
- Διὸς κόρα—Δίκαν δέ νιν
- προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς—
- ὀλέθριον πνέουσʼ ἐν ἐχθροῖς κότον.
- ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων
- ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
- ὑπαὶ δυοῖν μιαστόροιν,
- δυσοίμου τύχας.
- τά περ ὁ Λοξίας ὁ Παρνασσίας
- μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία-
- ξεν ἀδόλως δόλοις
- βλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται.
- κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ
- ὑπουργεῖν κακοῖς.
- ἄξια δʼ οὐρανοῦχον ἀρχὰν σέβειν.
- πάρα τε φῶς ἰδεῖν
- μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων.
- ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον
- χαμαιπετεῖς ἔκεισθʼ ἀεί.