Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
Κλυταιμνήστρα
  1. οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην.
Ὀρέστης
  1. ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
  2. ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χορός
  1. στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
  2. ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
  3. τλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα,
  4. ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
Χορός
  1. ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
  2. βαρύδικος ποινά·
  3. ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονος
  4. διπλοῦς λέων, διπλοῦς Ἄρης.
  5. ἔλασε δʼ ἐς τὸ πᾶν
  6. ὁ πυθόχρηστος φυγὰς
  7. θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
Χορός
  1. ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων
  2. ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς
  3. ὑπαὶ δυοῖν μιαστόροιν,
  4. δυσοίμου τύχας.
Χορός
  1. ἔμολε δʼ ᾧ μέλει κρυπταδίου μάχας